Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.128 Joseph. AJ 7.131 (English) >>Joseph. AJ 7.136

7.130

Συνέπεσε δὲ καὶ Δαυίδῃ πταῖσμα δεινὸν ὄντι φύσει δικαίῳ καὶ θεοσεβεῖ καὶ τοὺς πατρίους νόμους ἰσχυρῶς φυλάσσοντι· θεασάμενος γὰρ δείλης ὀψίας ἀπὸ τοῦ στέγους τῶν βασιλείων, ἐν περιπατεῖν κατʼ ἐκεῖνο τῆς ὥρας ἦν ἔθος, γυναῖκα λουομένην ἐν τῇ αὑτῆς οἰκίᾳ ψυχρῷ ὕδατι καλλίστην τὸ εἶδος καὶ πασῶν διαφέρουσαν, ὄνομα αὐτῇ ἦν Βεεθσαβή, ἡττᾶται τοῦ κάλλους τῆς γυναικός· καὶ τῆς ἐπιθυμίας κατασχεῖν οὐ δυνάμενος αὐτῇ συνέρχεται. 7.131γενομένης δʼ ἐγκύου τῆς γυναικὸς καὶ πεμψάσης πρὸς τὸν βασιλέα, ὅπως τῷ ἁμαρτήματι σκέψηταί τινα τοῦ λαθεῖν ὁδόν, ἀποθανεῖν γὰρ αὐτὴν κατὰ τοὺς πατρίους καθήκει νόμους μεμοιχευμένην, μετακαλεῖται τὸν Ἰωάβου μὲν ὁπλοφόρον ἐκ τῆς πολιορκίας ἄνδρα δὲ τῆς γυναικὸς Οὐρίαν ὄνομα, καὶ παραγενόμενον περί τε τῆς στρατιᾶς καὶ τῆς πολιορκίας ἀνέκρινε. 7.132λέγοντος δὲ πάντα κατὰ νοῦν αὐτοῖς κεχωρηκέναι τὰ πράγματα βαστάσας ἐκ τοῦ δείπνου μέρη προσδίδωσιν αὐτῷ, καὶ κελεύει πρὸς τὴν γυναῖκα ἀπελθόντα ἀναπαύσασθαι σὺν αὐτῇ. δὲ Οὐρίας τοῦτο μὲν οὐκ ἐποίησε, παρεκοιμήθη δὲ τῷ βασιλεῖ σὺν τοῖς ἄλλοις ὁπλοφόροις. 7.133ὡς δὲ γνοὺς τοῦθʼ βασιλεὺς ἀνέκρινεν αὐτόν, ὅτι μὴ πρὸς αὑτὸν εἰς τὴν οἰκίαν ἔλθοι μηδὲ πρὸς τὴν γυναῖκα διὰ τοσούτου χρόνου πάντων ἀνθρώπων ταύτην ἐχόντων τὴν φύσιν ὅταν ἔλθωσιν ἐξ ἀποδημίας, οὐκ εἶναι δίκαιον ἔφη τῶν συστρατιωτῶν αὐτοῦ καὶ τοῦ στρατηγοῦ χαμαὶ κοιμωμένων ἐν παρεμβολῇ καὶ τῇ τῶν πολεμίων χώρᾳ μετὰ γυναικὸς αὐτὸν ἀναπαύεσθαι καὶ τρυφᾶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.128 Joseph. AJ 7.131 (English) >>Joseph. AJ 7.136

Powered by PhiloLogic